Ἁγίου Ἰωάννου Χρυσοστόμου
«Δεξιὸς ὁ ἐνιαυτὸς ἔσται σοι δι’ ὅλου, οὐκ ἐὰν ἐν νουμηνίᾳ μεθύῃς, ἀλλ᾿ ἐὰν καὶ ἐν νουμηνίᾳ καὶ καθ᾿ ἑκάστην ἡμέραν τὰ τῷ Θεῷ δοκοῦντα ποιῇς. Πονηρὰ γὰρ ἡμέρα καὶ ἀγαθὴ γίνεται, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὐδὲν γὰρ ἡμέρα διενήνοχεν ἡμέρας, ἀλλὰ παρὰ τὴν ἡμετέραν σπουδὴν καὶ ραθυμίαν. Ἂν δικαιοσύνην ἐργάσῃ, χρηστή σοι γέγονεν ἡ ἡμέρα· ἂν ἁμαρτίαν ἐργάσῃ, πονηρὰ καὶ κολάσεως γέμουσα. Ἂν ταῦτα φιλοσοφῇς, καὶ οὕτω διακείμενος ᾖς, ἅπαντα δεξιὸν ἕξεις τὸν ἐνιαυτόν, εὐχάς, ἐλεημοσύνας καθ᾿ ἑκάστην ἐργαζόμενος τὴν ἡμέραν· ἂν δὲ τῆς μὲν κατὰ σαυτὸν ἀρετῆς ἀμελῇς, ἀρχαῖς δὲ μηνῶν καὶ ἀριθμοῖς ἡμερῶν ἐμπιστεύσῃς σου τῆς ψυχῆς τὴν εὐφροσύνην, πάντων ἔρημος ἔσῃ τῶν κατὰ σαυτὸν ἀγαθῶν».