.
Τοῦ Ἁγίου Μακαρίου
Λέγει πάλιν ὁ ἀδελφός· παρακαλῶ νὰ μοῦ εἰπῇς ἔχει πόνον καὶ βίαν ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος, ἢ μετὰ ἀνέσεως καὶ γαλήνης ἐξέρχεται; ὁ δὲ Ὅσιος εἶπε· τέκνον, ἐπειδὴ ἀκόμη δὲν ἀπέθανον, τί γνωρίζω; κατὰ δὲ θεωρίαν σου λέγω, καὶ πρόσεχε· εἶναι δίκαιοι, καὶ δίδουσι πικρὸν θάνατον, καὶ εἶναι ἁμαρτωλοὶ καὶ δίδωσι γλυκὺ θάνατον.
Ἀλλ᾿ οὖν ὁ πικρὸς θάνατος τοῦ δικαίου, ἐπέρνει αὐτοῦ τὰς πικρὰς ἁμαρτίας, εἴτι ὡς ἄνθρωπος ἐν τῷ βίῳ ἥμαρτεν. Οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ μόνος ὁ Θεός. Ὁ δὲ γλυκὺς θάνατος τοῦ ἁμαρτωλοῦ, ἐπέρνει αὐτοῦ τὸ μικρὸν δικαίωμα, ὅπερ πολλάκις μετὰ βίας ἐποίησε, καὶ ἀπέρχεται ὁ μὲν δίκαιος, πάνυ καθαρός, ὁ δὲ ἁμαρτωλὸς πάνυ ἀκάθαρτος.
Καὶ λέγω σοι τέκνον, ὅτι ἐὰν καὶ πικρὸς φαίνεται τοῦ δικαίου ὁ θάνατος, ἀλλὰ πρὸς ὥραν· ἀλλὰ ἀπὸ τότε πάντοτε χαίρεται καὶ ἀγάλλεται εὐφροσύνως. Τῷ δὲ ἁμαρτωλῷ, ἐὰν καὶ πρὸς ὥραν φαίνεται γλυκὺς ὁ θάνατος, ἀλλὰ πάντοτε φλέγεται, καὶ παιδεύεται ἐν τῷ ἀσβέστῳ πυρί. Εἶναι δὲ καὶ ἄνομοι ἄλλοι καὶ δίδωσι πικρὸν θάνατον, καὶ παρευθὺς τῇ κολάσει παραπέμπονται.
Εἶναι δὲ καὶ ἄλλοι δίκαιοι, καὶ δίδωσι γλυκὺ θάνατον, καὶ παρευθὺς φέρονται εἰς τὴν αἰώνιον Ζωήν. Πολλαὶ γάρ εἰσιν αἱ κρίσεις τοῦ Θεοῦ, καὶ διακρίνει τοῦ καθ᾿ ἑνὸς τὸν βίον πρέποντι θανάτῳ. Καὶ λοιπὸν κατὰ τὴν πολιτείαν τοῦ καθ᾿ ἑνὸς ἀνθρώπου, καὶ τέλος αὐτῷ ἀποδείχνει ὁ δίκαιος κριτής· οὐκ ἔστιν οὖν τέκνον τὸ ἀποθανεῖν φόβος, ἀλλὰ τῇ ὥρᾳ ἐκείνῃ κριθῆναι.