.
Περὶ νηστείας, καὶ ὅτι ἡ ἀληθὴς νηστεία τοῦ ἀληθινοῦ ὑποτακτικοῦ ἐστὶ τὸ κόψαι τὸ ἴδιον θέλημα.
Εὐλόγησον πάτερ.
Ἀδελφοὶ καὶ πατέρες, ὁ ἀγαθὸς Θεὸς ἡμῶν, ὁ χαρίζων τὴν ζωὴν ἡμῶν, καὶ ἄγων ἡμᾶς ἀπὸ χρόνον εἰς χρόνους διὰ φιλανθρωπίαν αὐτοῦ ἤγαγεν ἤδη ἡμᾶς καὶ ἐν χρόνῳ τούτῳ τῶν ἁγίων νηστειῶν, ἐν ᾧ ἕκαστος τῶν ἀγωνιστῶν ἀγωνίζεται καὶ κοπιάζει ὑπὲρ τῆς σωτηρίας τῆς ψυχῆς αὐτοῦ, καθὰ προαιρεῖται καὶ δύναται καὶ ὁ σπουδάζων εἰς τὴν ἐγκράτειαν νηστεύει διπλᾶς καὶ τριπλᾶς ἡμέρας, ὁ δὲ εἰς τὴν ἀγρυπνίαν σπουδάζων ἀγρυπνεῖ, ἀναγινώσκει, προσεύχεται τόσας καὶ τόσας ὥρας· ἄλλος πάλιν εἰς τὰς γονυκλισίας ποιεῖ τόσας καὶ τόσας μετανοίας ἕως ἐδάφους ἢ καὶ ἄχρι τοῦ ὑποποδίου κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ ἄλλος ἐπὶ ἄλλῳ τινι τῶν κατορθωμάτων ἀγωνίζεται, καὶ εἰ ἐβούλετό τις ἰδεῖν πολλὴν σπουδὴν καὶ προθυμίαν ἐν ταῖς ἡμέραις ταύταις ὁ μοναχὸς ὁ ὑπὸ τὴν ὑποταγὴν ὢν καὶ ἔχει διακόνημα καὶ ὑπάρχει ἀληθινὸς ὑπήκοος, οὐκ ἔχει τὸν ἀγῶνα ἐν τινι καιρῷ μόνον, ἀλλ᾿ ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ ἀδιακόπως ἀγωνίζεται· ἀλλὰ τὶς ἐστὶν ὁ ἀγὼν τοῦ ὑπηκόου ὑποτακτικοῦ; καὶ ποῖον ἐστὶ τὸ μέγα κατόρθωμα αὐτοῦ καὶ ὁ στέφανος ὁ λαμπρός; τὸ μὴ θαρρεῖν τῷ ἰδίῳ λογισμῷ, μηδὲ ποιεῖν αὐτογνωμόνως τὸ ἑαυτοῦ θέλημα, ἀλλ᾿ ὅ,τι ποεῖ, ποιεῖ τοῦτο διὰ ἐρωτήσεως τοῦ ἡγουμένου ἢ καὶ τοῦ αὐτοῦ γέροντος ἢ τοῦ οἰκονόμου, ὅπερ ἐστὶ μᾶλλον βελτιώτερον πάντων τῶν καλῶν ἀγωνισμάτων καὶ ὡς ἐν συντόμῳ εἰπεῖν, μαρτυρίου στέφανον κέκτηται ἡ ὑποταγὴ μετὰ τῆς ἀδιακρίτου ὑπακοῆς· ἤτοι τὸ κόπτειν τὸ ἴδιον θέλημα καὶ ποιεῖν τοῦ προεστῶτος αὐτοῦ, ὅπερ ὡς μαρτύριον λογίζεται ἐνώπιον τοῦ Θεοῦ, ὅτι ἐκχέει τὸ αἷμα αὐτοῦ διὰ τὸ Χριστόν· ὅμως γνῶμεν καλῶς ἀδελφοὶ ὅτι ἐν ταύταις ταῖς ἁγίαις ἡμέραις γενήσεται ἐναλλαγὴ τῶν φαγητῶν, αὔξησις τῶν γονυκλισιῶν καὶ μετανοιῶν καὶ τῆς ἀκολουθίας καὶ ψαλμῳδίας κατὰ τὴν παραδοθεῖσαν ἡμῖν παλαιὰν παράδοσιν τῶν ἁγίων πατέρων ἡμῶν· διὰ τοῦτο καὶ ἡμεῖς δεξώμεθα προθύμως καὶ περιχαρῶς τὸ δῶρον τῶν νηστειῶν· μὴ σκυθρωπάσωμεν διὰ τὴν κακοπάθειαν καὶ τὸν μαρασμὸν τοῦ σώματος, ἀλλ᾿ ὦμεν χαίροντες διὰ τὴν ὑγείαν καὶ σωτηρίαν τῆς ψυχῆς ἡμῶν.