ΑΒΕΡΩΦ

Διαδικτυακό Θωρηκτό

  • Ἡ Ἱστορία,ΔΕΝ ἀλλάζει !

  • Ἡ Μακεδονία εἶναι Ε Λ Λ Α Δ Α

  • Πρόσφατα άρθρα

  • Kατηγορίες

  • Η ΘΡΑΚΗ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ !

  • ΓΙΑ ΣΥΝΔΡΟΜΕΣ

  • Η ΒΟΡ.ΗΠΕΙΡΟΣ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ

  • Ἀπό τήν Φλωρεντία,στήν ΑΥΤΟΝΟΜΙΑ

  • ΜΕΤΑΜΟΥΣΕΙΟΝ – Θ/Κ «Γ.ΑΒΕΡΩΦ»

  • Μαθαίνουμε…

  • ΓΡΑΜΜΑΤΙΚΗ

  • ΣΥΝΤΑΚΤΙΚΟΝ

  • ΝΕΩΤΕΡΟ ΕΓΚΥΚΛΟΠΑΙΔΙΚΟ ΛΕΞΙΚΟ «ΗΛΙΟΥ»

  • ΜΕΓΑ ΛΕΞΙΚΟΝ (Δ.ΔΗΜΗΤΡΑΚΟΥ)

  • ΛΕΞΙΚΟΝ ΗΣΥΧΙΟΥ

  • ΛΕΞΙΚΟΝ «LIDDEL-SCOTT»

  • ΕΛΛΗΝΙΚΗ ΜΥΘΟΛΟΓΙΑ

  • ΑΡΧΑΙΟΛΟΓΙΑ

  • 324 – 1453

  • ΧΡΟΝΙΚΟΝ ΤΗΣ ΑΛΩΣΕΩΣ

  • 1 8 2 1

  • Ἀπομνημονεύματα Ἡρώων τοῦ 1821

  • Ὁ ΕΛΛΗΝΟ – ΤΟΥΡΚΙΚΟΣ ΠΟΛΕΜΟΣ τοῦ…

  • ΜΑΚΕΔΟΝΙΚΟΣ ΑΓΩΝ (1904-8)

  • ΒΑΛΚΑΝΙΚΟΙ ΠΟΛΕΜΟΙ ’12- ’13

  • ΤΟ ΠΝ ΤΙΜΑ ΤΟΥΣ ΒΑΛΚΑΝΙΚΟΥΣ

  • Α’ ΠΠ (1914-18)

  • Μ.ΑΣΙΑ (1919-22)

  • O X I (1940-41)

  • ΙΩΑΝ.ΜΕΤΑΞΑΣ

  • ΕΑΡΙΝΗ ΕΠΙΘΕΣΙΣ (9-24 Μαρ.1941)

  • Η ΜΑΧΗ ΤΩΝ ΟΧΥΡΩΝ (1941)

  • Η ΜΑΧΗ ΤΗΣ ΚΡΗΤΗΣ (1941)

  • Β’ ΠΠ (1 9 4 1 – 4)

  • 1944-49

  • ΑΘΑΝΑΤΟΙ !!!

  • ΑΡΧΕΙΟΝ ΑΓΩΝΙΣΤΩΝ

  • ΘΑ ΑΝΟΙΞΗι Ο ΦΑΚΕΛΛΟΣ ;

  • Tηλεοπτικές Προτάσεις

  • ΙΣΤΟΡΙΑ ΤΟΥ Θ/Κ «ΓΕΩΡ. ΑΒΕΡΩΦ»

  • ΘΕΟΔΩΡΟΣ ΚΟΛΟΚΟΤΡΩΝΗΣ

  • ΙΩΑΝΝΗΣ ΚΑΠΟΔΙΣΤΡΙΑΣ

  • ΔΙΟΝΥΣΙΟΣ ΣΟΛΩΜΟΣ

  • ΕΓΕΡΤΗΡΙΟΝ ΣΑΛΠΙΣΜΑ

  • Πρόσφατα σχόλια

    Φαίη στο Παππούς Χατζηφλουρέντζος – τον…
    Μέλια στο Συνομιλητές και Συνέταιροι με…
    γιώργος ηράκλειο στο Συνομιλητές και Συνέταιροι με…
    Πετροβούβαλος στο Συλλογή ειδήσεων 13ης Ιανουαρί…
    Ηράκλης, ο μικρός Πο… στο Ηράκλης, ο μικρός Πορφύριος τη…
  • Ὁ Γκρεμιστής Κωστῆ Παλαμᾶ

  • Θ/Κ «Γ. ΑΒΕΡΩΦ» ΣΗΜΑ 3 Δεκ.1912

  • ΟΡΚΟΣ ΕΦΗΒΩΝ

  • ΟΡΚΟΣ ΤΩΝ ΦΙΛΙΚΩΝ

  • ——————————

  • ΦΟΡΕΣΙΕΣ καί ΑΡΜΑΤΑ τοῦ ’21

  • Η ΟΜΙΛΙΑ ΣΤΗΝ ΠΝΥΚΑ (1838)

  • ΠΑΥΛΟΣ ΜΕΛΑΣ (1974) …ἡ ταινία

  • ΒΟΥΛΓΑΡΙΚΑΙ ΩΜΟΤΗΤΕΣ

  • Μία ἀνοικτή πληγή Μνήμης 1914-23

  • Η ΜΑΥΡΗ ΒΙΒΛΟΣ ΤΗΣ ΚΑΤΟΧΗΣ

  • ΣΥΛΛΟΓΗ ΥΠΟΓΡΑΦΩΝ γιά γερμ.ἀποζημιώσεις

  • ——————————

  • Ζημίαι τῶν ἀρχαιοτήτων έκ τοῦ πολέμου καί τῶν στρατευμάτων κατοχῆς (1946)

  • Ο ΦΙΛΕΛΛΗΝ ΑΡΧΑΙΟΛΟΓΟΣ

  • ΝΕΟΝ ΜΟΥΣΕΙΟΝ ΑΚΡΟΠΟΛΕΩΣ

  • ΑΓΕΛΑΣΤΟΣ ΠΕΤΡΑ

  • ΣΕΜΝΩΝ ΘΕΩΝ

  • ΟΙ ΤΥΜΒΩΡΥΧΟΙ ΤΩΝ ΘΕΩΝ

  • ΔΙΟΛΚΟΣ,ΓΙΑ 1500 ΧΡΟΝΙΑ

  • ΤΟ ΘΑΥΜΑ ΤΩΝ ΕΛΛΗΝΩΝ

  • ΟΧΙ ΣΤΟ ΤΖΑΜΙ

  • M.K.I.E.

  • Γιά ἀποπληρωμή ἐξωτ.χρεῶν,μόνο…

  • Ἡ ἔξοδός μας,εἶναι ἡ Κ_ _ _ά _α τους !

  • ΜΗΝ ΑΝΗΣΥΧΕΙΣ…

  • INSIDE JOB

Θρήνος τοῦ Δούκα για την άλωση της Κωνσταντινουπόλεως

Posted by Μέλια στο Μαΐου 29, 2016

ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΠΑΛΑΙΟΛΟΓΟΣ.

[ΧLΙ] [1] Ὦ Πόλις, Πόλις, πόλεων πασῶν κεφαλή· ὦ Πόλις, Πόλις, κέντρον τῶν τεσσάρων τοῦ κόσμου μερῶν· ὦ Πόλις, Πόλις, χριστιανῶν καύχημα καί βαρβάρων ἀφανισμός· ὦ Πόλις, Πόλις, ἄλλη παράδεισος φυτευθεῖσα πρός δυσμάς, ἔχουσα ἔνδον φυτά παντοῖα βρίθοντα καρπούς πνευματικούς.

[2] Ποῦ σου τό κάλλος παράδεισε· Ποῦ σου ἡ τῶν χαρίτων τοῦ πνεύματος εὐεργετική ρώσις ψυχῆς τέ καί σώματος; Ποῦ τά τῶν ἀποστόλων τοῦ Κυρίου μου σώματα τά πρό πολλοῦ φυτευθέντα ἐν τῷ ἀειθαλεῖ παραδείσω, ἔχοντα ἐν μέσῳ τούτων τό πορφυροῦν ἱμάτιον, τήν λόγχην, τόν σπόγγον, τόν κάλαμον, ἅτινα ἀσπάζοντες ἐφανταζόμεθα τόν ἐν σταυρῷ ὑψωθέντα ὁρᾶν· ποῦ τά τῶν ὅσιων λείψανα; Ποῦ τά τῶν μαρτύρων; ποῦ τά τοῦ μεγάλου Κωνσταντίνου καί τῶν λοιπῶν βασιλέων πτώματα; αἱ ἀγυιαί, τά περίαυλα, αἱ τρίοδοι, οἱ ἀγροί, οἱ τῶν ἀμπέλων περιφραγμοί, τά πάντα πλήρη, μεστά λειψάνων ἁγίων, σωμάτων εὐγενῶν, σωμάτων ἀγενῶν, ἀσκητῶν, ἀσκητριῶν. Ὦ τῆς ζημίας «Ἔθεντο, Κύριε, τά θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τάς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς κύκλῳ τῆς Νέας Σιῶν καί οὐκ ἦν ὁ θάπτων».

[3] Ὦ ναέ, ὦ ἐπίγειε οὐρανέ, ὦ οὐράνιον θυσιαστήριον, ὦ θεῖα καί ἱερά τεμένη, ὦ κάλλος ἐκκλησιῶν, ὦ βίβλοι ἱεραί καί Θεοῦ λόγια, ὦ νόμοι παλαιοί τέ καί νέοι, ὦ πλάκαι γραφεῖσαι Θεοῦ δακτύλῳ , ὦ εὐαγγέλια λαληθέντα Θεοῦ στόματι, ὦ θεολογίαι σαρκοφόρων ἀγγέλων, ὦ διδασκαλίαι πνευματοφόρων ἀνθρώπων, ὦ παιδαγωγίαι ἡμιθέων ἡρώων, ὦ πολιτεία, ὦ δῆμος, ὦ στρατός ὑπέρ μέτρον τό πρίν, νῦν δ’ ἀφανισθεῖς ὡς ποντιζομένη ναῦς ἐν τῷ πλεῖν, ὦ οἰκίαι καί παντοδαπά παλάτια καί ἱερά τείχη, σήμερον συγκαλῶ πάντα καί ὡς ἔμψυχα συνθρηνῶ, τόν Ἱερεμίαν ἔχων ἔξαρχον τῆς ἐλεεινῆς τραγωδίας.

[4] «Πῶς ἔκαθισεν μόνη ἡ πόλις ἡ πεπληθυμένη λαῶν; Ἐγεννήθη ὡς χήρα ἡ πεπληθυμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγεννήθη εἰς φόρον. Κλαίουσα ἔκλαυσεν ἐν νυκτί καί τά δάκρυα αὐτῆς ἐπί τῶν σιαγόνων αὐτῆς καί οὔχ ὑπάρχει ὁ παρακαλῶν αὐτήν ἀπό πάντων τῶν ἀγαπώντων αὐτήν. Πάντες οἱ φιλοῦντες αὐτήν ἠθέτησαν ἐν αὐτῇ, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς. Μετῳκίσθη ἡ Ἀσία ἀπό ταπεινώσεως αὐτῆς καί ἀπό πλήθους δουλείας αὐτῆς. Ἐκάθισεν ἐν ἔθνεσιν, οὔχ εὖρεν ἀνάπαυσιν. Πάντες οἱ καταδιώκοντες αὐτήν κατέλαβον αὐτήν ἀνά μέσον τῶν θλιβόντων. Ὁδοί πόλεως πενθοῦσιν παρά τό μή εἶναι ἐρχόμενους εἰς ἑορτήν. Πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι. Οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν, αἱ παρθένοι αὐτῆς ἀγόμεναι καί αὐτή πικραινομένη ἐν ἑαυτῇ. Ἐγένοντο οἱ θλίβοντες αὐτήν εἰς κεφαλήν καί οἱ ἐχθροί αὐτῆς εὐθηνοῦσιν, ὅτι Κύριος ἐταπείνωσεν αὐτήν ἐπί τό πλῆθος τῶν ἀσεβειῶν αὐτῆς. Τά νήπια αὐτῆς ἐπορεύθη ἐν αἰχμαλωσίᾳ κατά πρόσωπον θλίβοντος. Καί ἐξῆλθεν ἐκ θυγατρός Σιῶν πᾶσα ἡ εὐπρέπεια αὐτῆς. Ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοί οὔχ εὑρίσκοντες νομήν καί ἐπορεύοντο ἐν οὐκ ἱσχύϊ κατά πρόσωπον διώκοντος. Ἰδόντες οἱ ἐχθροί αὐτῆς ἐγέλασαν ἐπί μετοικεσίᾳ αὐτῆς. Ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ διά τοῦτο εἰς σάλον ἐγένετο.

[5] Χεῖρα αὐτοῦ ἐξεπέτασεν ὁ θλίβων ἐπί πάντα τά ἐπιθυμήματα αὐτῆς, εἶδε γάρ ἔθνη εἰσελθόντα εἰς τό ἁγίασμα αὐτῆς, ἅ ἐνετείλω μή εἰσελθεῖν εἰς τήν ἐκκλησίαν σου. Πᾶς ὁ λαός αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον. Ἔδωκαν τά ἐπιθυμήματα αὐτῆς ἐν βρώσει, τοῦ ἐπιστρέψαι ψυχήν. Ἴδε, Κύριε, καί ἐπίβλεψον πάντες οἱ παραπορευόμενοι ὁδόν ἐπιβλέψατε καί ἴδετε εἰ ἐστίν ἄλγος κατά τό ἄλγος μου, δ’ ἐπεφύλλισέν μοί. Ἐξ ὕψους αὐτοῦ ἐξαπέστειλε πῦρ ἐν τοῖς ὀστέοις μου καί κατήγαγεν αὐτό ἐπ’ ἐμέ. Διεπέτασε δίκτυον τοῖς ποσί μου· ἀπέστρεψεν μέ εἰς τά ὀπίσω, ἔδωκέν με ἠφανισμένην, ὅλην τήν ἡμέραν ὀδυνωμένην.

[6] Ἐξῆρε πάντας τούς ἰσχυρούς μου ὁ Κύριος ἐκ μέσου μου· ἐκάλεσεν ἐπ’ ἐμέ καιρόν τοῦ συντρῖψαι ἐκλεκτούς μου. Ληνόν ἐπάτησε Κύριος παρθένω θυγατρί Ἰούδα. Ἐπί τούτοις ἐγώ κλαίω. Ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός.

[7] Δίκαιός ἐστι Κύριος, ὅτι τό στόμα αὐτοῦ παρεπίκρανα. Ἀκούσατε δή, πάντες λαοί, καί ἴδετε τό ἄλγος μου· αἵ παρθένοι μου καί οἱ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ μου. Ἐκάλεσα τούς ἔραστάς μου, αὔτοι δέ παρελογίσαντό με· οἱ ἱερεῖς μου καί οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον.

[8] Ἀκούσατε δή, ὅτι στενάζω ἐγώ.

[9] Ἐγένετο Κύριος ὡς ἐχθρός καί ἐξέσπασεν ὡς ἄμπελον τό σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτήν αὐτοῦ. Ἐπιλαθέσθαι ἐποίησε Κύριος ἐν τῇ πόλει ἑορτῆς καί σαββάτου καί παρώξυνεν ἐν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καί ἱερέα. Ἀπώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρί αὐτοῦ τεῖχος βαρέων αὐτῆς. Φωνήν πολέμου ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ψαλμόν Λευιτῶν ἐν ἡμέρᾳ ἑορτῆς.

[10] Ἴδε, Κύριε, καί ἐπίβλεψον, τίνι ἐπεφύλλισας οὕτως. Ἐφονεύθησαν νήπια θηλάζοντα μασθούς. Εἰ ἀποκτενοῦσιν ἐν ἁγιάσματι Κυρίου ἱερέα καί προφήτην; Ἐκοιμήθησαν εἰς γῆν ἐξόδων παιδάριον καί πρεσβύτης· παρθένοι μου καί νεανίσκοι μου ἐπορεύθησαν εἰς αἰχμαλωσίαν.

[11] Συνετέλεσε Κύριος θυμόν αὐτοῦ, ἐξέχεεν θυμόν ὀργῆς αὐτοῦ καί ἀνῆψεν πῦρ ἐν τῇ πόλει καί κατέφαγε τά θεμέλια αὐτῆς.

[12] Μνήσθητι, Κύριε, τί ἐγένετο ἡμῖν. Ἐπίβλεψον καί ἴδε τόν ὀνειδισμόν ἡμῶν. Ἡ κληρονομιά ἡμῶν μετεστράφη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις. Ὀρφανοί ἐγενήθημεν ὡς μή ἔχοντες πατέρα, μητέρες ἡμῶν ὡς χῆραι.

[13] Ἐδιώχθημεν, ἐκοπιάσαμεν, οὐκ ἀνεπαυσάμεθα.

[14] Οἱ πατέρες ἡμῶν ἥμαρτον καί οὔχ ὑπάρχουσιν καί ἡμεῖς τά ἀνομήματα αὐτῶν ὑπέσχομεν. Δοῦλοι ἐκυρίευσαν ἡμῶν· λυτρούμενος οὐκ ἐστίν ἐκ τῆς χειρός αὐτῶν.

[15] Τό δέρμα ἡμῶν ὡς κλίβανος ἐπαλαιώθη, συνεσπάσθη ἀπό προσώπου καταιγίδος λιμοῦ.

[16] Ἐκλεκτοί ἐν μύλοις ἤλεσαν καί νεανίσκοι ἐπί ξύλοις ἀνεσκολοπίσθησαν. Πρεσβύται ἀπό πόλης κατέπεσον καί ἐκλεκτοί ἀπό ψαλμῶν αὐτῶν κατέπαυσαν. Κατελύθη χαρά καρδίας ἡμῶν, ἐξεστράφη εἰς πένθος ὁ χορός ἡμῶν, ἔπεσεν ὁ στέφανος τῆς κεφαλῆς ἡμῶν· Οὐαί ἡμῖν, ὅτι ἡμάρτομεν. Περί τούτου ἐγενήθη ὀδυνηρά ἡ καρδία ἡμῶν περί τούτου ἐσκότασαν οἱ ὀφθαλμοί ἠμῶν. Ἐπί τῇ Νέα Σιών, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ. Σύ δέ Κύριε, εἰς τόν αἰώνα κατοικεῖς, ὁ θρόνος σου εἰς γενεάν καί γενεάν. Ἵνα τί εἰς νεῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψης ἡμᾶς εἰς μακρότητα ἡμερῶν; Ἐπίστρεψον ἡμᾶς, Κύριε, πρός σέ καί ἐπιστραφησόμεθα· καί ἀνακαινισθῆ ἡμέρα ἡμῶν καθώς ἔμπροσθεν ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφ’ ἡμᾶς ἕως σφόδρα».

[17] Οὖτοι οἱ θρῆνοι καί οἱ κοπετοί τοῦ Ἱερεμίου, οὗς ἐκόψατο ἐν τῇ ἁλώσει τῆς παλαιᾶς Ἱερουσαλήμ, οἴομαι δέ καί περί τῆς νέας καλῶς τό πνεῦμα τῷ προφήτῃ ὑπέδειξεν.

[18] Ποία τοίνυν γλῶσσα ἐξισχύσει τοῦ εἰπεῖν καί λαλῆσαι τήν γενομένην ἐν τῇ Πόλει συμφοράν καί τήν δεινήν αἰχμαλωσίαν καί τήν πικράν μετοικίαν, ἥν ὑπέστη οὐκ ἀπό Ἱερουσαλήμ εἰς Βαβυλώνα ἤ εἰς Ἀσσυρίους, ἀλλ’ ἀπό Κωνσταντινουπόλεως εἰς Συρίαν, εἰς Αἴγυπτον, εἰς Ἀρμενίαν, εἰς Πέρσας, εἰς Ἀραβίαν, εἰς Ἀφρικήν, εἰς Ἰταλίαν, σποράδην, ἐν τῇ Ἀσίᾳ τῇ Μικρᾴ καί ἐν ταῖς λοιπαῖς ἐπαρχίαις. Καί ταῦτα πῶς; Ἐν τῇ Παφλαγονίᾳ ὁ ἀνήρ καί ἐν Αἰγύπτῳ ἡ γυνή καί τά τέκνα ἐν ἄλλοις τόποις σποράδην ἀλλοιούμενα ἀπό γλώττης εἰς γλώτταν καί ἀπ’ εὐσεβείας εἰς ἀσέβειαν καί ἀπό θείων Γραφῶν εἰς ἀλλόκοτα γράμματα.

[19] Φρῖξον, ἥλιε· καί σύ γῆ, στέναξον εἰς τήν παντελῆ ἐγκατάλειψιν τήν γενομένην ἐν τῇ ἡμετέρᾳ γενεᾷ παρά τοῦ δικαιοκρίτου Θεοῦ διά τάς ἁμαρτίας ἡμῶν. Οὐκ ἔσμεν ἄξιοι ἀτενίσαι τό ὄμμα εἰς οὐρανόν, εἰ μή μόνον κάτω νενευκότες καί εἰς γῆν τά πρόσωπα θέντες κράξωμεν «Δίκαιος εἰ, Κύριε, καί δικαία ἡ κρίσις σου· ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν παρά πάντα τά ἔθνη. Καί πάντα ἅ ἐπήγαγες ἡμῖν, ἐν ἀληθινῇ καί δικαία κρίσει ἐπήγαγες. Πλήν φεῖσαι ἡμῶν, Κύριε, δεόμεθα».

Πηγή: Αποστολική Διακονία

.

Ένα Σχόλιο to “Θρήνος τοῦ Δούκα για την άλωση της Κωνσταντινουπόλεως”

  1. Reblogged στις Ῥωμηῶν Ἐνημέρωση.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s