Ὁ θάνατος τοῦ Βασιλέως ΠΥΡΡΟΥ (1 Σεπ.272)
Posted by ΑΝΔΡΕΑΣ ΤΕΝΕΕΥΣ στο 1 Σεπτεμβρίου, 2014
34. Ὁ δὲ Πύρρος ἐφορῶν τὸν περιέχοντα χειμῶνα καὶ κλύδωνα, τὴν μὲν στεφάνην ᾗ διάσημον ἦν τὸ κράνος ἀφελὼν ἔδωκέ τινι τῶν ἑταίρων, αὐτὸς δὲ τῷ ἵππῳ πεποιθὼς εἰς τοὺς ἑπομένους τῶν πολεμίων ἐνέβαλε, καὶ δόρατι πληγεὶς διὰ τοῦ θώρακος οὐ καιρίαν πληγὴν οὐδὲ μεγάλην, ἐπέστρεψε κατὰ τοῦ πατάξαντος, ὃς ἦν Ἀργεῖος οὐ τῶν ἐπιφανῶν, ἀλλὰ πενιχρᾶς καὶ πρεσβυτέρας [2] υἱὸς γυναικός. αὕτη τότε θεωμένη τὴν μάχην ὥσπερ αἱ λοιπαὶ γυναῖκες ἀπὸ τοῦ τέγους, ὡς ἐπέγνω συνεστῶτα τῷ Πύρρῳ τὸν υἱόν, ἐκπαθὴς γενομένη πρὸς τὸν κίνδυνον, ἄρασα κεραμίδα ταῖς χερσὶν ἀμφοτέραις ἀφῆκεν ἐπὶ τὸν [3] Πύρρον. ἐμπεσούσης δὲ τῇ κεφαλῇ κατὰ τοῦ κράνους, καὶ τῶν σφονδύλων πρὸς τὴν βάσιν τοῦ τραχήλου συντριβέντων, αἵ τ’ ὄψεις συνεχύθησαν αὐτοῦ, καὶ προήκαντο [4] τὰς ἡνίας αἱ χεῖρες. αὐτὸς δὲ κατενεχθεὶς παρὰ τὸν τοῦ Λικυμνίου σηκὸν ἔπεσεν, ὑπὸ τῶν πολλῶν ἀγνοούμενος. [5] Ζώπυρος δέ τις τῶν παρ’ Ἀντιγόνῳ στρατευομένων καὶ δύο ἢ τρεῖς ἕτεροι προσδραμόντες καὶ κατανοήσαντες, εἴς τινα θυρῶνα παρείλκυσαν αὐτόν, ἀρχόμενον ἐκ τῆς [6] πληγῆς ἀναφέρεσθαι. σπασαμένου δὲ τοῦ Ζωπύρου μάχαιραν Ἰλλυρικὴν ὡς τὴν κεφαλὴν ἀποτεμοῦντος, ἐνέβλεψε δεινόν, ὥστε τὸν Ζώπυρον περίφοβον γενόμενον καὶ τὰ μὲν τρέμοντα ταῖς χερσί, τὰ δ’ ἐπιχειροῦντα, θορύβου δὲ καὶ ταραχῆς μεστὸν ὄντα, μὴ κατ’ ὀρθόν, ἀλλὰ παρὰ τὸ στόμα καὶ τὸ γένειον ἀποτέμνοντα βραδέως καὶ μόλις ἀποσπάσαι τὴν κεφαλήν.
[7] Ἤδη δὲ σύνδηλον ἦν τὸ γεγονὸς πλείοσι, καὶ προσδραμὼν ὁ Ἀλκυονεὺς ᾔτησε τὴν κεφαλὴν ὡς κατανοήσων. λαβὼν δ’ ἀφίππευσε πρὸς τὸν πατέρα καὶ καθεζο[8]μένῳ μετὰ τῶν φίλων προσέβαλε. θεασάμενος δὲ καὶ γνοὺς ὁ Ἀντίγονος, τὸν μὲν υἱὸν ἀπήλασε, τῇ βακτηρίᾳ παίων καὶ καλῶν ἐναγῆ καὶ βάρβαρον, αὐτὸς δὲ τὴν χλαμύδα προθέμενος τοῖς ὄμμασιν ἐδάκρυσεν, Ἀντιγόνου τοῦ πάππου μνησθεὶς καὶ Δημητρίου τοῦ πατρός, [9] οἰκείων παραδειγμάτων εἰς τύχης μεταβολήν. τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν·[10] ἐπεὶ δ’ ὁ Ἀλκυονεὺς τῷ Ἑλένῳ περιτυχών, ταπεινῷ καὶ χλαμύδιον λιτὸν ἀμπεχομένῳ, φιλανθρώπως ἐνέτυχε καὶ τῷ πατρὶ προσήγαγεν, ἰδὼν ὁ Ἀντίγονος «βελτίονα μὲν» εἶπεν «ὦ παῖ ταῦτα τῶν προτέρων, ἀλλ’ οὐδὲ νῦν ὀρθῶς τῷ μὴ περιελεῖν τὴν ἐσθῆτα ταύτην, ἣ μᾶλλον ἡμᾶς [11] καταισχύνει τοὺς κρατεῖν δοκοῦντας.» ἐκ τούτου φιλοφρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἰς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε, τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενόμενος.
ΠΛΟΥΤΑΡΧΟΥ,ΒΙΟΙ ΠΑΡΑΛΛΗΛΟΙ – ΠΥΡΡΟΣ
Σχολιάστε