Οἱ Γ’ Χαιρετισμοί τῆς Θεοτόκου,εἰς τήν Ἀνάστασιν τοῦ Κυρίου
Posted by Μέλια στο 21 Μαρτίου, 2014
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Νέαν ἔδειξεν κτίσιν, ἀναστήσας ὁ Κτίστης ἐκ φθορᾶς τὸἡμέτερον γένος. Τοῦ γὰρ θανάτου τὴν ἰσχὺν νεκρώσας ὥσπερ ἔπρεπε,κατήργησεν αὐτὸν, ἵνα σκιρτῶντες ἐν χαρᾷὑμνήσωμεν τὴν Παρθένον λέγοντες
Χαῖρε τοῦἐχθροῦ ταπεινούσα τὴν ὀφρὺν
Χαῖρε τῶν δεινῶν ἑξατμίζουσα ἀχλὺν
Χαῖρε ἄστρον παμφαέστατον οὐρανοῦ τοῦ νοητοῦ,
Χαῖρε ἄνθος τὸ πανεύοσμον ἐκ λειμώνων ἱερῶν
Χαῖρε δι’ἧς οἱἌγγελοι τοῖς ἀνθρώποις συμμύγνυνται
Χαῖρε δι’ἧς ὁἄχρονος τοῖς Βροτοῖς συναλίζεται
Χαῖρε βίβλε Θεοχάρακτε τοῦ Δεσπότου καὶ Θεοῦ,
Χαῖρε πλὰξ ἡἀπογράφουσα σεσῳσμένων τὴν πληθύν.
Χαῖρε ἡἐκ θανάτου εἰς ζωὴν ἀγαγοῦσα
Χαῖρε τῶν πρωτοπλαστῶν τὴν αράν ἀναιροῦσα.
Χαῖρε ὁ Φωστὴρ τῆς Χριστοῦ Βασιλείας
Χαῖρε ἡ αὐγὴ βιοτῆς αἰωνίας.
Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.
Ξένον θαῦμα ἰδόντες ξενωθῶμεν βορβόρου καὶ πάσης ἁμαρτίας καὶ λύθρου. Διὰ τοῦτο γὰρ ὁἀπαθὴς Θεὸς ἐπὶ γῆς ἐφάνη παθητὸς ἄνθρωπος , βουλόμενος ἐγείραι σὺν αὐτῷ τοὺς ἐν χαρᾷ βοώντας .
Ἀλληλούϊα
Ὅλως ἢν ἐν τῷ τάφῳ καὶ οὐρανῶν μηδόλως ἀπῆν, ὁ προαιώνιος Λόγος . Καὶ τῷ εὐγνώμωνι λῃστῇ,τὴν εἰς τὸν Παράδεισον ὀδοποιήσας εἴσοδον, εδίδαξεν ἵνα ψάλλει πρὸς Τὴν Θεοτόκον
Χαῖρε περιστερὰ καὶ τροφεὺς τῆς ἁγνείας.
Χαῖρε Χριστιανῶν ὁἀκατάπαυστος ὕμνος
Χαῖρε η του πλάνου βίου των κρημνών διασώζουσα
Χαῖρε του μέλλοντος κόσμου την Χαράν ακτινίζουσα.
Χαῖρε τῆς ἡμῶν βιοτῆς εὐλογούσα πορείας
Χαῖρε τῶν παθῶν τῆς ψυχῆς ἀναιροῦσα κακίας
Χαῖρε ὅτι θανάτου τὸ κράτος ἐπάταξας.
Χαῖρε ὅτι τοῦἍδου τὰ σκῆπτρα ἐσκύλευσας
Χαῖρε ἡ κιβωτὸς τῆς ΧριστοῦἘκκλησίας
Χαῖρε Ὀσιαρχὼν τὸ ἀκηλίδωτον κῦδος
Χαῖρε ἡ Τὸν Θεὸν ὡς βρέφος τεκούσα
Χαῖρε τῶν συμφορῶν ἡμᾶς ἐξελοῦσα
Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.
Πᾶσα πληθὺς τῶν Ἀγγέλων ἐξεπλάγη τὸ μέγα τῆς σῆς Ἀναστάσεως ἔργον. Τὸν γὰρ ἐν τῷ μνημείῳὡς νεκρὸν ἐθεώρουν, ἥλιον ζωῆς ἄδυτον και ἡμάς ζωοποιήσαντα, δεχόμενος δε τὸν ὕμνον παρὰ πάντων
Ἀλληλούϊα
Ῥήτορας ψευδολόγους ,Ἰουδαίων ἀκραίους ὁρῶμεν ἐπὶ σὲ Θεῖε Λόγε,ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, εί Θεὸς εἴ , ἀνθρωπίνως ἔπαθες, ἡμεῖς δὲ τὴν σὴν εὐσπλαχνίαν θαυμάζοντες Τῇ Μητρί Σου βοῶμεν
Χαῖρε δι’ἧς ἡ δόξα Κυρίου ἀνέτειλεν
Χαῖρε δι’ἧς οἱ Δῆμοι Ἀγγέλων χορεύουσιν
Χαῖρε ἡ δεσμεύσασα τῶν δαιμόνων τὸ κράτος
Χαῖρε ἡ προάγουσα Βασιλείας τὸ νῖκος
Χαῖρε μόνη ἡ ξηράνασα πειρασμῶν τὸν ποταμὸν
Χαῖρε ὄμβρε ἀτελεύτητε δωρεῶν τῶν πατρικῶν
Χαῖρε τῶν Πρωτοπλαστῶν μόνη λύσις τῆς αράς
Χαῖρε μετανοούντων ἐξαλείφουσα ποινὰς .
Χαῖρε τοῦἀπροσίτου φωτὸς τὸ ταμεῖον
Χαῖρε τοῦἀθεάτου Θεοῦ τὸ πυξίον
Χαῖρε Προφήτου Προδρόμου τὸ κήρυγμα
Χαῖρε Δαυὶδ Βασιλέως τὸ καύχημα
Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.
Σώσαι θέλων τὸ γένος τῶν ἀνθρώπων , φθορὰὑπαχθέντα, πρὸς τοῦτο τριήμερος ἐγείρεται. Καὶἄπνους ὑπάρχων ὡς νεκρὸς δι’ ἡμᾶς ἀνέστη εὐφροσύνης αἴτιος , ζωὴν παρέχων πᾶσιν τοῖς κραυγάζουσιν
Ἀλληλούϊα
.
Πηγή: Αναβάσεις
.
Η Γ’ Στάση των Χαιρετισμών της Θεοτόκου, εις την Ανάστασιν του Κυρίου | Αντέχουμε... said
[…] από: Αναβάσεις, το είδα στο Αβέρωφ […]